Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 49.1 | Dem. 49.5 (English) | >>Dem. 49.10 |
49.4ἐπειδὴ δὲ οὐχ ὡς ἐκεῖνος ᾠήθη συμβέβηκεν , ἀλλʼ ἃ μετὰ χάριτος ἔλαβεν Τιμόθεος ἀπὸ τῆς τραπέζης δεηθεὶς τοῦ πατρὸς τοῦ ἐμοῦ , ταῦτα διʼ ἔχθρας καὶ δίκης τετελευτηκότος ἐκείνου ἐξελεγχθεὶς μὲν ὡς ὀφείλει οἴεται δεῖν ἀποδοῦναι , ἐὰν δὲ δύνηται ὑμᾶς πεῖσαι ὡς οὐκ ὀφείλει , ἐξαπατήσας τῷ λόγῳ , ἀποστερῆσαι ἡμᾶς τῶν χρημάτων , ἀναγκαῖόν μοι δοκεῖ εἶναι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι ὑμῖν , τά τε ὀφειλόμενα , καὶ εἰς ὅ τι ἕκαστον αὐτῶν κατεχρήσατο , καὶ τοὺς χρόνους ἐν οἷς τὸ συμβόλαιον ἐγένετο .
49.5θαυμάσῃ δὲ μηδεὶς ὑμῶν εἰ ἀκριβῶς ἴσμεν · οἱ γὰρ τραπεζῖται εἰώθασιν ὑπομνήματα γράφεσθαι ὧν τε διδόασιν χρημάτων καὶ εἰς ὅ τι καὶ ὧν ἄν τις τιθῆται , ἵνα ᾖ αὐτοῖς γνώριμα τά τε ληφθέντα καὶ τὰ τεθέντα πρὸς τοὺς λογισμούς .
ἐπὶ Σωκρατίδου γὰρ ἄρχοντος μουνιχιῶνος μηνὸς μέλλων ἐκπλεῖν τὸν ὕστερον ἔκπλουν Τιμόθεος οὑτοσί , περὶ ἀναγωγὴν ἤδη ὢν ἐν τῷ Πειραιεῖ , προσδεηθεὶς ἀργυρίου , προσελθὼν τῷ πατρὶ τῷ ἐμῷ ἐν τῷ λιμένι , ἐκέλευσεν αὐτὸν χρῆσαι χιλίας τριακοσίας πεντήκοντα μίαν δύʼ ὀβολώ · τοσούτου γὰρ ἔφη προσδεῖσθαι · καὶ δοῦναι ἐκέλευσεν Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ , ὃς τούτῳ διῴκει τότε πάντα .
49.7καὶ ὁ μὲν δανεισάμενος τὸ ἀργύριον παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ Τιμόθεος ἦν καὶ κελεύσας δοῦναι Ἀντιμάχῳ τῷ ταμίᾳ τῷ ἑαυτοῦ , ὁ δὲ λαβὼν τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης παρὰ Φορμίωνος Αὐτόνομος , ὅσπερ Ἀντιμάχῳ διετέλει γραμματεύων τὸν ἅπαντα χρόνον .
49.6
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 49.1 | Dem. 49.5 (English) | >>Dem. 49.10 |